호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Ῥηγῖνος δὲ Ἴβυκος βοᾷ καὶ κέκραγεν ἦρι μὲν αἵ τε Κυδώνιαι μαλίδες ἀρδόμεναι ῥόαι τ ἐκ ποταμῶν ἵνα παρθένων κᾶπος ἀκήρατος, αἵ τ οἰνανθίδες αὐξόμεναι σκιεροῖσιν ὑφ ἑρ´νεσιν οἰναρέοις θαλέθοισιν ἐμοὶ δ ἔρος οὐδεμίαν κατάκοιτος ὡρ´αν ἅθ ὑπὸ στεροπᾶς φλέγων Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις μανίαισιν ἐρεμνὸς ἀθαμβὴς ἐγκρατέως πάϊθεν φυλάσσει ἡμετέρας φρένας.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기