호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὴν Πυθιονίκησ τελευτὴν ὁ Ἅρπαλοσ Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡσ ὁ Θεόπομποσ ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τισ στεφανώσειε καὶ τὴν πόρνην. "ἔστησέν τε εἰκόνα χαλκῆν τῆσ Γλυκέρασ ἐν Ῥωσσῷ τῆσ Συρίασ, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει. "παρέδωκέν τε αὐτῇ κατοικεῖν ἐν τοῖσ βασιλείοισ τοῖσ ἐν Ταρσῷ καὶ περιορᾷ ὑπὸ τοῦ λαοῦ προσκυνουμένην καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖσ ἄλλαισ δωρεαῖσ τιμωμένην, αἷσ πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기