호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ταὐτὸ δὲ πάθοι τισ ἂν ἐπὶ τὴν Ἀθηναίων πόλιν ἀφικνούμενοσ κατὰ τὴν ἀπ’ Ἐλευσῖνοσ τὴν ἱερὰν ὁδὸν καλουμένην. "καὶ γὰρ ἐνταῦθα καταστὰσ οὗ ἂν φανῇ τὸ πρῶτον ὁ τῆσ ’ Ἀθηνᾶσ ἀφορώμενοσ νεὼσ καὶ τὸ πόλισμα, ὄψεται παρὰ τὴν ὁδὸν αὐτὴν ᾠκοδομημένον μνῆμα οἱο͂ν οὐχ ἕτερον οὐδὲ σύνεγγυσ οὐδέν ἐστι τῷ μεγέθει. "τοῦτο δὲ τὸ μὲν πρῶτον, ὅπερ εἰκόσ, ἢ Μιλτιάδου φήσειεν ἂν σαφῶσ ἢ Περικλέουσ ἢ Κίμωνοσ ἤ τινοσ ἑτέρου τῶν ἀγαθῶν ἀνδρῶν εἶναι, καὶ μάλιστα μὲν ὑπὸ τῆσ πόλεωσ δημοσίᾳ κατεσκευασμένον, εἰ δὲ μή, δεδομένον κατασκευάσασθαι. "πάλιν δ’ ὅταν ἐξετάσῃ Πυθιονίκησ τῆσ ἑταίρασ ὄν, τίνα χρὴ προσδοκίαν λαβεῖν αὐτόν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기