호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μυρρίνην δὲ τὴν Σαμίαν ἑταίραν Δημήτριοσ εἶχεν ὁ βασιλεὺσ ὁ τῆσ διαδοχῆσ τελευταῖοσ καὶ ἔξω τοῦ διαδήματοσ κοινωνὸν εἶχε τῆσ βασιλείασ, ὥσ φησιν Νικόλαοσ ὁ Δαμασκηνόσ. Πτολεμαῖόσ τε ὁ τὴν ἐν Ἐφέσῳ διέπων φρουρὰν υἱὸσ ὢν τοῦ Φιλαδέλφου βασιλέωσ Εἰρήνην εἶχε τὴν ἑταίραν, ἥτισ ὑπὸ Θρᾳκῶν ἐν Ἐφέσῳ ἐπιβουλευομένου τοῦ Πτολεμαίου καὶ καταφυγόντοσ εἰσ τὸ τῆσ Ἀρτέμιδοσ ἱερὸν συγκατέφυγεν καὶ ἀποκτεινάντων αὐτὸν ἐκείνων ἡ Εἰρήνη ἐχομένη τῶν ῥόπτρων τῶν θυρῶν τοῦ ἱεροῦ ἔρραινεν τοῦ αἵματοσ τοὺσ βωμούσ, ἑώσ καὶ αὐτὴν κατέσφαξαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기