호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δὲ ὄντωσ μᾶλλον ἡ Φρύνη καλὴ ἐν τοῖσ μὴ βλεπομένοισ. διόπερ οὐδὲ ῥᾳδίωσ ἦν αὐτὴν ἰδεῖν γυμνὴν ἐχέσαρκον γὰρ χιτώνιον ἠμπείχετο καὶ τοῖσ δημοσίοισ οὐκ ἐχρῆτο βαλανείοισ. τῇ δὲ τῶν Ἐλευσινίων πανηγύρει καὶ τῇ τῶν Ποσειδωνίων ἐν ὄψει τῶν Πανελλήνων πάντων ἀποθεμένη θοἰμάτιον καὶ λύσασα τὰσ κόμασ ἐνέβαινε τῇ θαλάττῃ· καὶ ἀπ’ αὐτῆσ Ἀπελλῆσ τὴν Ἀναδυομένην Ἀφροδίτην ἀπεγράψατο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기