- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 55 1:

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 55 1:)

"Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ, ἢ κύνιζε οὖν, τί δὲ ὡς ἐγώ, ἢ πέπαυσο καὶ ὁ Ἀρίστιππος:? "ἆρά γε μὴ τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν ᾗ πρότερον ᾤκησαν ἄλλοι· "οὐ γάρ ἔφη. "τί δὲ ναῦν ἐν ᾗ πολλοὶ πεπλεύκασιν· "οὐδὲ τοῦτο ἔφη. "οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν ᾗ πολλοὶ κέχρηνται. "Νυμφόδωρος δ ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ Θαυμαζομένων ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τὴν Λαίδα. "Στράττις δ ἐν Μακεδόσιν ἢ Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες· "β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ Κορίνθιαι: ": "Λαϊ`ς μὲν ἡδὶ Μεγακλέους. "Τίμαιος δ ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἱστοριῶν ἐξ Ὑκκάρων: "καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῷ. διὸ καὶ τὸ τέμενος κληθῆναι ἀνοσίας Ἀφροδίτης. "δείκνυσθαι δ αὐτῆς τάφον παρὰ τῷ Πηνειῷ σημεῖον ἔχοντα ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε: "τῆσδὲ ποθ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου, Λαίδος: "ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος: "κεῖται δ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις. "αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ, Ἀριστοτέλης δ ὁ Σταγιρίτης οὐκ ἐξ Ἑρπυλλίδος τῆς ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, ὥς φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους πρώτῳ, ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις. "ὁ δὲ καλὸς ἡμῶν Πλάτων οὐκ Ἀρχεάνασσαν τὴν Κολοφωνίαν ἑταίραν ἠγάπα· "ὡς καὶ ᾅδειν εἰς αὐτὴν τάδε: "Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην, ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως. "ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπόρου, δι ὅσης ἤλθετε πυρκαιῆς. Περικλῆς δὲ ὁ Ὀλύμπιος, ὥς φησι Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, οὐχ ἕνεκεν Ἀσπασίας - ου τῆς νεωτέρας ἀλλὰ τῆς Σωκράτει τῷ σοφῷ συγγενομένης - καίπερ τηλικοῦτον ἀξίωμα συνέσεως καὶ πολιτικῆς δυνάμεως κτησάμενος, οὐ συνετάραξε πᾶσαν τὴν Ἑλλάδα· "ἦν δ οὗτος ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής: "ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμβροτος ὁ Θάσιος ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτῷ χρόνους γενόμενος καὶ ἑωρακὼς αὐτόν, ἐν τῷ ἐπιγραφομένῳ περὶ Θεμιστοκλέους καὶ Θουκυδίδου καὶ Περικλέους. "Ἀντισθένης δ ὁ Σωκρατικὸς ἐρασθέντα φησὶν αὐτὸν Ἀσπασίας δὶς τῆς ἡμέρας εἰσιόντα καὶ ἐξιόντα ἀπ αὐτῆς ἀσπάζεσθαι τὴν ἄνθρωπον, καὶ φευγούσης ποτὲ αὐτῆς γραφὴν ἀσεβείας λέγων ὑπὲρ αὐτῆς πλείονα ἐδάκρυσεν ἢ ὅτε ὑπὲρ τοῦ βίου καὶ τῆς οὐσίας ἐκινδύνευεν. "καὶ Κίμωνος δ Ἐλπινίκῃ τῇ ἀδελφῇ παρανόμως συνόντος, εἶθ ὕστερον ἐκδοθείσης Καλλίᾳ, καὶ φυγαδευθέντος μισθὸν ἔλαβε τῆς καθόδου αὐτοῦ ὁ Περικλῆς τὸ τῇ Ἐλπινίκῃ μιχθῆναι. "Πυθαίνετος δ ἐν τρίτῳ περὶ Αἰγίνης Περίανδρόν φησιν ἐξ Ἐπιδαύρου τὴν Προκλέους θυγατέρα Μέλισσαν ἰδόντα Πελοποννησιακῶς ἠσθημένην ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν καὶ ᾠνοχόει τοῖς ἐργαζομένοις ἐρασθέντα γῆμαι. "Πύρρου δὲ τοῦ Ἠπειρωτῶν βασιλέως, ὃς ἦν τρίτος ἀπὸ Πύρρου τοῦ ἐπ Ἰταλίαν στρατεύσαντος, ἐρωμένη ἦν Τίγρις ἡ Λευκαδία: "ἣν Ὀλυμπιὰς ἡ τοῦ νεανίσκου μήτηρ φαρμάκοις ἀπέκτεινεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION