- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 54

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 54)

Λαίδος τε τῆς ἐξ Ὑκκάρων πόλις δ αὕτη Σικελική, ἀφ ἧς αἰχμάλωτος γενομένη ἧκεν εἰς Κόρινθον, ὡς ἱστορεῖ Πολέμων ἐν τῷ ἕκτῳ τῶν πρὸς Τίμαιον ἧς καὶ Ἀρίστιππος ἤρα καὶ Δημοσθένης ὁ ῥήτωρ Διογένης τε ὁ κύων ᾗ καὶ Ἀφροδίτη ἡ ἐν Κορίνθῳ ἡ Μελαινὶς καλουμένη νυκτὸς ἐπιφαινομένη ἐμήνυεν ἐραστῶν ἔφοδον πολυταλάντων οὐχ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Ἀρισταγόρας δευτέρῳ·? Ἀπελλῆς δὲ ὁ ζωγράφος ἔτι παρθένον οὖσαν τὴν Λαίδα θεασάμενος ἀπὸ τῆς Πειρήνης ὑδροφοροῦσαν καὶ θαυμάσας τὸ κάλλος ἤγαγέν ποτε αὐτὴν εἰς φίλων συμπόσιον. "μὴ θαυμάσητε, εἶπεν ἐγὼ γὰρ αὐτὴν μέλλουσαν εἰς ἀπόλαυσιν μετ οὐδ ὅλην τριετίαν καλὴν δείξω.

"ὅτι δὲ καλλίστη εἰή καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός τινος ἰτέον ἡμῖν, ἔφη, θεασομένοις τὴν γυναῖκα: "οὐ γὰρ δὴ ἀκούουσιν ἔστιν κρῖναι τὸ κάλλος. Λαὶς καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στέρνα, διαζηλοτυπουμένη δέ ποτε ἡ Λαὶς τῇ Φρύνῃ πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον ἢ πένητα οὐδ ὑβριστικῶς αὐτοῖς χρωμένη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION