- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 53

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 53)

τοσαῦτ εἰπὼν μετά τινος τροχιλίας ὁ Μυρτίλος μή τι τοιοῦτοι ὑμεῖς οἱ φιλόσοφοι, ἔφη, οἱ καὶ πρὸ τῶν Ἡδονικῶν καλουμένων αὐτοὶ τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, ὥς που ὁ Ἐρατοσθένης ἔφη.? κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων ἐπ ἄλλο δ εἶδος μεταβήσομαι λόγων, καὶ πρῶτον γε μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου:

ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος: "μακαρίζω σε, ὦ οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὡρ´μησαι," ὅθεν αὐτὸν καὶ ὁ Τίμων φησὶν γραμμοδιδασκαλίδην, ὁ ἀναγωγότατον ζωόντων. οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην·

ἡ δὲ οὐδ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδὸν ὥστ ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον Ἐπιστολῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION