호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραψεν ὁ Λυγκεύς.? "χαριέντως γ, ὁ ἔφη, ὦ νεανίσκε, τὸ σωμάτιον διάκεισαι. "τί οὖν οἰεί, εἰ μὴ ἐδευτεροκοίτουν· "τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες. "ὁ λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν. "μικρός γε, ἔφη, ὡς τοσούτων ἐτῶν.
"θάρρει, παιδίον οὐ γὰρ στεφανίτης ὁ ἀγών ἐστιν, ἀλλ ἀργυρίτης. "παιδίον, ἔφη, ὥσπερ πρὸς Ἱππόμαχον τὸν παιδοτρίβην μνᾶν δοὺς οἰεί αἰεὶ φοιτήσειν· "ἀποψήσασθαι ἄν σοι ἔδωκα. ἐτύγχανεν δὲ ἡ μὲν αἰτίον ἔχουσα λιθιᾶν, ἡ δὲ κοιλίαν προπετεστέραν ἔχειν. "κολποφακῆν διανοεῖται ποιεῖν.
"ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον. "πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ·
"εἰς ποίαν· εἶπεν. "ὠμὰ ταῦτα, Γνάθαινα, ἢ ἑφθά· "ἔγχαλκα, ἔφη παιδίον. "λαβέ, ἔφησεν, ὑπερήφανε. "ἐγὼ ὑπερήφανος· εἶπεν ἡ Γνάθαινα, "ὃς οὐδὲ καλούμενος ἔρχῃ· ἔφη.
"τί γὰρ οἰεί με ἐν τρισὶν ἡμέραις καταβεβρωκέναι· "ἤτοι τὴν λήκυθον, ἔφη, ἢ τὰ ὑποδήματα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기