호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέχρι μὲν τούτων μνημονεύω τῶν ὑπὸ τοῦ Μάχωνοσ εἰρημένων. αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθοσ ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλισ οὐκ ἔσχεν. ἀναγέγραφε γοῦν Ἀριστοφάνησ μὲν ὁ Βυζάντιοσ ἑκατὸν καὶ λε’, Ἀπολλόδωροσ δὲ τούτων πλείουσ, ὁ Γοργίασ δὲ πλέονασ, παραλειφθῆναι φάσκοντεσ ὑπὸ τοῦ Ἀριστοφάνουσ μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε, τὴν Πάροινον ἐπικληθεῖσαν καὶ Λαμπυρίδα καὶ Εὐφροσύνην αὕτη δὲ ἦν γναφέωσ θυγάτηρ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기