- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 42

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 42)

ὅτι δ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει:? τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ ὁ παγκρατιαστὴς καὶ συνεῖχ αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός, ὑπὸ δ Ἀντήνορος μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδρ ἠγανάκτησ1.

"μηθέν, φησί, σοί, ψυχή, μελέτω : "μαθεῖν γὰρ αἰσθέσθαι θ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ ἤθελον. αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα.

"Ἀγαμέμνονος παῖ , νῦν ἐκεῖν ἔξεστί σοι. εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ, ὅσον ᾔτησε δούς. "πρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν·

ἔφη.

μετὰ ταῦτα δ ὡς εἰσῆλθε πάλιν ἡ Μανία, τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ ἔφη αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ. ὁ δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας ἀπεπέμψατ αὐτήν: : "μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε: "οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, μὰ τὴν Ἀφροδίτην, ἀλλ ὁ σοὶ χρήσας τότε. ἐν συμποσίῳ δ, ὥς φασι, παρὰ τῇ Μανίᾳ παρεδέξατ αὐτὴν τῶν πονηρῶν τις πάνυ.

"πότερ ἄνω θέλεις ἐλθοῦσ1 ἅμα βαλεῖν ἢ κάτω· γελάσασ1 ἄνω, βέλτιστε, φησίν. ὑπό τι γὰρ δέδοικά σε μή μου προπεσούσης: τοὐμπλόκιον ὑπεκτράγῃς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION