호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ γράφων οὕτως:? "Φωκαεῖς οἱ ἐν Ιὠνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν. "Εὔξενος δὲ ὁ Φωκαεὺς Νάννῳ ὁ τῷ βασιλεῖ τοῦτο δ ἦν αὐτῷ ὄνομα ἦν ξένος, οὗτος ὁ Νάννος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην. "ὁ δὲ γάμος ἐγίγνετο τόνδε τὸν τρόπον ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην κεκερασμένην ᾧ βούλοιτο δοῦναι τῶν παρόντων μνηστήρων ᾧ δὲ δοίη, τοῦτον εἶναι νυμφίον. "ἡ δὲ παῖς εἰσελθοῦσα δίδωσιν εἴτε ἀπὸ τύχης εἴτε καὶ δι ἄλλην τινὰ αἰτίαν τῷ Εὐξένῳ: "ὄνομα δ ἦν τῇ παιδὶ Πέττα. "τούτου δὲ συμπεσόντος καὶ τοῦ πατρὸς ἀξιοῦντος ὡς κατὰ θεὸν γενομένης τῆς δόσεως ἔχειν αὐτήν, ἔλαβεν ὁ Εὔξενος γυναῖκα καὶ συνῴκει μεταθέμενος τοὔνομα Ἀριστοξένην. "καὶ ἔστι γένος ἐν Μασσαλίᾳ ἀπὸ τῆς ἀνθρώπου μέχρι νῦν Πρωτιάδαι καλούμενον Πρῶτις γὰρ ἐγένετο υἱὸς Εὐξένου καὶ τῆς Ἀριστοξένης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기