호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκεσ ἔτι καὶ νῦν καὶ αἱ παρθένοι τὰσ συνήθεισ καὶ φίλασ ἑταίρασ, ὡσ ἡ Σαπφώ· τάδε νῦν ἑταίραισ ταῖσ ἐμαῖσι τερπνὰ καλῶσ ἀείσω. καὶ ἔτι· Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι. καλοῦσι δὲ καὶ τὰσ μισθαρνούσασ ἑταίρασ καὶ τὸ ἐπὶ συνουσίαισ μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸσ τὸ ἔτυμον ἀναφέροντεσ, ἀλλὰ πρὸσ τὸ εὐσχημονέστερον, καθὸ δὴ καὶ Μένανδροσ ἐν Παρακαταθήκῃ ἀπὸ τῶν ἑταιρῶν τοὺσ ἑταίρουσ διαστέλλων φησί·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기