호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοι γὰρ ὅταν ὦσιν νέοι ἐκ τῶν ὀρῶν πρόβατ ἐσθίουσι καὶ λαγὼς μετέωρ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος:? ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς: κἄπειτα τοῦτ εἶναι νομίζεται τέρας. καὶ Λαϊ`ς οὖν ὀρθῶς νομίζοιτ ἂν τέρας, αὕτη γὰρ ὁπότ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἂν ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기