호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν οὖν μεγαλομίσθων ἑταιρῶν ἀποτρέπω σε, γραμματικώτατε, διότι τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον, Διὸς νόμον αὗται δὲ μόνον αὐλοῦσιν Ιἕρακος νόμον, Ἐπικράτης φησὶν ἐν Ἀντιλαίδι, ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει:? αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις, τὸ καθ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς: οὗτοι γὰρ ὅταν ὦσιν νέοι ἐκ τῶν ὀρῶν πρόβατ ἐσθίουσι καὶ λαγὼς μετέωρ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος:
ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς: κἄπειτα τοῦτ εἶναι νομίζεται τέρας. καὶ Λαϊ`ς οὖν ὀρθῶς νομίζοιτ ἂν τέρας, αὕτη γὰρ ὁπότ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἂν ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι: ἐξέρχεταί τε πανταχόσ1 ἤδη πετομένη, δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον.
οὕτω δὲ τιθασὸς γέγονεν ὥστ, ὦ φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει. μνημονεύει δὲ τῆς Λαίδος καὶ Ἀναξανδρίδης ἐν Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκαταλέγει διὰ τούτων: τὴν ἐκ Κορίνθου Λαϊ´δ οἶσθα·
νὴ τὸν Δί, ἤνθει τότε Λαγίσκ, ἤνθει τότε καὶ Θεολύτη μάλ εὐπρόσωπος καὶ καλή, ὑπέφαιν ἐσομένη δ Ὤκιμον λαμπρὸν πάνυ. β. πῶς γὰρ οὔ· τὴν ἡμετέρειόν. Α. ἦν ἐκείνῃ τις φίλη Ἄντεια. β. καὶ τοῦθ ἡμέτερον ἦν παίγνιον. α.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기