- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 25

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 25)

καὶ Φιλήμων δὲ ἐν Ἀδελφοῖς προσιστορῶν ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστησεν ἐπὶ οἰκημάτων γύναια πριάμενος, καθὰ καὶ Νίκανδρος ὁ Κολοφώνιος ἱστορεῖ ἐν τρίτῳ:? Κολοφωνιακῶν φάσκων αὐτὸν καὶ πανδήμου Ἀφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι ἀφ ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων, ἀλλ ὅ γε Φιλήμων οὕτως φησί σὺ δ εἰς ἅπαντας εὑρ῀ες ἀνθρώπους νόμον : σὲ γὰρ λέγουσιν τοῦτ ἰδεῖν πρῶτον, Σόλων, δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον ῾ καί μοι λέγειν τοῦτ ἐστὶν ἁρμοστόν, Σόλων ᾿ , μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων τούτους τ ἔχοντας τὴν ἀναγκαίαν φύσιν ἁμαρτάνοντάς τ εἰς ὃ μὴ προσῆκον ἦν, στῆσαι πριάμενὸν τοι γυναῖκας κατὰ τόπους κοινὰς ἅπασι καὶ κατεσκευασμένας. :

ἑστᾶσι γυμναί, μὴ ξαπατηθῇς: πάνθ ὁρ´α. οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων ἔχεις λυποῦν τι.

πως· ἀλλ ἡ θύρα στ ἀνεῳγμένη. εἷς ὀβολός: εἰσπήδησον: οὐκ ἔστ οὐδὲ εἷς ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ ὑφήρπασεν ἀλλ εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον, ἐξῆλθες: οἰμώζειν λέγ, ἀλλοτρία στί σοι. καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς καὶ ὁ χαρίεις Ἀριστοφάνης παρασημαίνεται, λέγων τὸν Πελοποννησιακὸν πόλεμον ὅτι Περικλῆς διὰ τὸν Ἀσπασίας ἔρωτα καὶ τὰς ἁρπασθείσας ἀπ αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν: πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι κᾆθ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνασδύο:

Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION