- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 24

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 24)

τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίσαντος καὶ διδάξαντος σκύτη βλέπειν.? ἢ οὐκ οἶδας κατὰ τὴν Εὐβούλου Παννυχίδα: τὰς φιλῳδοὺς κερμάτων παλευτρίας, πώλους Κύπριδος ἐξησκημένας, γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἱάς Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας: παρ ὧν βεβαίως ἀσφαλῶς τ: ἔξεστί σοι μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν. καὶ ἐν Ναννίῳ εἰ Εὐβούλου τὸ δρᾶμα καὶ μὴ Φιλίππου, φησὶν ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος· ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἱάς Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας, μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν, καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.

Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω, ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.

ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων δεινά, δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι, ὅπου γὰρ οὐσῶν μειράκων μάλ εὐπρεπῶν ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ ὁρᾶν εἰληθερούσας, στέρν ἀπημφιεσμένας, γυμνὰς ἐφεξῆς τ ἐπὶ κέρως τεταγμένας: ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται, λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ, νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ, μὴ κλίμακα:

στησάμενον: εἰσβῆναι λάθρᾳ, μηδὲ δι ὀπῆς κάτωθεν εἰσδῦναι στέγης μηδ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ. αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι πατρίδια, τοὺς δ ἀπφάρια, τοὺς νεωτέρους, καὶ τῶνδ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς, μεθ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους: ἃς δ οὔτ ἰδεῖν ἔστ, οὔθ ὁρῶντ ἰδεῖν σαφῶς, αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον.

. , δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα. βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION