호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἄλεξις δ ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἰσοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς δι ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται:? πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ πᾶσιν ἐπιβουλάς. ἐπειδὰν δ εὐπορήσωσίν ποτε, ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης. εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι. τυγχάνει μικρά τις οὖσα:
ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὐνδυτὸν τῆς κοιλίας ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ ἀπήγαγον. φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται. μακρά τις: διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ1 ἐξέρχεται: τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία: ὑπενέδυσ1 ἐρραμμέν αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει: στηθί ἔστ αὐταῖσι τούτων ὧν ἔχουσ1 οἱ κωμικοί: τὰς ὀφρῦς πυρρὰς ἔχει τις:
ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκ εἶναι μέλαιναν: κατέπλασε ψιμυθίῳ. λευκόχρως λίαν τίς ἐστιν παιδέρωτ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι: τοῦτο γυμνὸν δείκνυται. εὐφυεῖς ὀδόντας ἔσχεν ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωρῶσ1 οἱ παρόντες τὸ στόμ ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ ἑκάστοτε, ἡνίκ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ ἄν τε μή , ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기