호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐστὶν δ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ, τῷ τρέφοντι συμφορά εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.? διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμολέους · ἐν Νεαίρᾳ:
ἀλλ ἔγωγ ὁ δυστυχὴς Φρύνης ἐρασθεὶς ἡνίκ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ εἶχεν ὅσαπερ νῦν ἔχει πάμπολλ ἀναλίσκων ἐφ ἑκάστῳ τῆς θύρας ἀπεκλειόμην. καὶ ἐν τῷ ἐπιγραφομένῳ δ Ὀρεσταυτοκλείδης ὁ αὐτὸς Τιμοκλῆς φησι: περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλίς, Ιἑρόκλεια, Λοπάδιον. τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων:
τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, : ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται, παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου ἔνδον κάθητ ἀπόπληκτος οὐδ ἐξέρχεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기