- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 18

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 18)

ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους:? τοῦ ξύρεσθαι τὸν πώγωνα κατ Ἀλέξανδρον εὑρημένου, ὥς φησιν ὑμῶν ὁ Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς. οὐκ ἀκαίρως δ, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως: χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν.

λέγει δὲ οὕτως ὁ φιλόσοφος: "τὸ ξύρεσθαι τὸν πώγωνα κατ Ἀλέξανδρον προῆκται, τῶν πρώτων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχειν Κόρσην. διὸ καὶ Ἄλεξις ἔφη που:

ἂν πιττοκοπούμενὸν τιν ἢ ξυρούμενον ὁρᾷς, δυοῖν τούτων ἔχει τι θάτερον ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν, τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν· εἰ μή τι ταύταις ἀντιπράττεσθ ὑπονοεῖς.

"Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν :

"μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα· " ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ εὑρηκέναι. "ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ ὁ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας ξύρεσθαι. "ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ. καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION