- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 15

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 15)

τούτων τῶν Ἀλέξιδος ἀπομνημονεύσας ὁ Μυρτίλος κᾆτα ἀποβλέψας εἰς τοὺς τὰ τῆς στοᾶς αἱρουμένους τὰ Ἑρμείου τοῦ Κουριέως ἐκ τῶν Ιἄμβων προειπών:? ἀκούσατ, ὦ Στύακες, ἔμποροι λήρου, λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα τἀν τοῖς πίναξι πρίν τι τῷ σοφῷ δοῦναι, αὐτοὶ καταρροφεῖτε κᾆθ ἁλίσκεσθε ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε, παιδοπῖπαι ὄντες καὶ τοῦτο μόνον ἐζηλωκότες τὸν ἀρχηγὸν ὑμῶν τῆς σοφίας Ζήνωνα τὸν Φοίνικα, ὃς οὐδέποτε γυναικὶ ἐχρήσατο, παιδικοῖς δ αἰεί, ὡς Ἀντίγονος ὁ Καρύστιος ἱστορεῖ ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ. θρυλεῖτε:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION