호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θεόφιλος δ ἐν τῷ Φιλαύλῳ:? τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν· ἦ ποὺ τίς ἐστι τοὺς τρόπους ἀβέλτερος. εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, καταλείπετ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν· κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς: ἥν ἐστ ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν ἔχουσιν ὑμῖν διαπονεῖν ἑκάστοτε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기