호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ταῦτ’ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούσ, οὐκοἶδ’ ὅ τι ἐστίν, ἀλλ’ ὅμωσ ἔχει γέ τι τοιοῦτον, ἐγγὺσ τ’ εἰμὶ τοῦ νοήματοσ. Εὔβουλοσ δ’ ἢ Ἀραρὼσ ἐν Καμπυλίωνι· τίσ ἦν ὁ γράψασ πρῶτοσ ἀνθρώπων ἄρα ἢ κηροπλαστήσασ Ἔρωθ’ ὑπόπτερον; ὡσ οὐδὲν ᾔδει πλὴν χελιδόνασ γράφειν, ἀλλ’ ἦν ἄπειροσ τῶν τρόπων τῶν τοῦ θεοῦ, ἐστὶν γὰρ οὔτε κοῦφοσ οὔτε ῥᾴδιοσ ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺσ δὲ κομιδῇ. πῶσ ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기