호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας, ἐστὶν γὰρ οὔτε θῆλυς οὔτ ἄρσην, πάλιν οὔτε θεὸς οὔτ ἄνθρωπος, οὔτ ἀβέλτερος οὔτ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλ εἴδη φέρων, ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἀνδρός δειλία γυναικός, ἡ δ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기