호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εὔβουλος δ ἐν Χρυσίλλᾳ ` κακὸς κακῶς ἀπόλοιθ ὅστις γυναῖκα δεύτερος ἔγημε:? τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς, ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ, ὁ δ οἱο῀ν ἦν γυνὴ κακὸν πεπυσμένος. καὶ προελθών φησιν ὦ Ζεῦ πολυτίμητ, εἶτ ἐγὼ κακῶς ποτε: ἐρῶ γυναῖκας·
νὴ Δί ἀπολοίμην ἄρα, πάντων ἄριστον κτημάτων, εἰ δ ἐγένετο κακὴ γυνὴ Μήδεια, Πηνελόπη δὲ γε μέγα πρᾶγμ. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακὴ Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις: ἀλλὰ νὴ Δία χρηστή τις ἦν μέντοι - τίς· οἴμοι δείλαιος, ταχέως γέ μ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω. Ἀριστοφῶν δ ἐν Καλλωνίδῃ: κακὸς κακῶς ἀπόλοιθ ὁ γήμας δεύτερος θνητῶν, ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει:
οὔπω γὰρ εἰδὼς οὗτος οἱο῀ν ἦν κακὸν ἐλάμβανεν γυναῖχ ὁ δ ὕστερον λαβὼν εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν. καὶ Ἀντιφάνης ἐν Φιλοπάτορι: γεγάμηκε δήπου. β. τί σὺ λέγεις· ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε κατέλιπον· Μένανδρος δ ἐν Ἀρρηφόρῳ ἢ Αὐλητρίδι: οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλείπων τὸν βίον.
γεγάμηκα γὰρ αὐτός: : διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. β. δεδογμένον τὸ πρᾶγμ ἀνερρίφθω κύβος. α. πέραινε, σωθείης δέ: νῦν ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, οὐ Λιβυκὸν οὐδ Αἰγαῖον, οὗ τῶν τριάκοντ οὐκ ἀπόλλυται τρία πλοιάρια: γήμας δ οὐδὲ εἷς σέσωσθ ὅλως. ἐν δὲ Ἐμπιμπραμένῃ : ἐξώλης ἀπόλοιθ ὅστις ποτὲ ὁ πρῶτος ἦν γήμας, ἔπειθ ὁ δεύτερος, εἶθ ὁ τρίτος, εἶθ ὁ τέταρτος, εἶθ ὁ Μεταγένης. φησὶν ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν·
ἀρκοῦν ἂν εἰή κἂν γυναῖκ εἴπῃς μόνον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기