호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεδήλωκε δὲ καὶ διὰ τῶν ἰαμβείων γράμμα πρῶτος οὗτος ἀκολαστότερον μὲν κατὰ τὴν διάνοιαν, πεφρασμένον δὲ τὸν τρόπον τοῦτον:? κύω γὰρ, ὦ γυναῖκες, ἀλλ αἰδοῖ, φίλαι, ἐν γράμμασι σφῷν τοὔνομ ἐξερῶ βρέφους, ὀρθὴ μακρὰ γραμμὴ στιν ἐκ δ αὐτῆς μέσης μικρὰ παρεστῶσ1 ἑκατέρωθεν ὑπτία, ἔπειτα κύκλος πόδας ἔχων βραχεῖς δύο. ὅθεν ὕστερον, ὡς ἂν ὑπονοήσειέ τις, Μαιάνδριος μὲν ὁ συγγραφεὺς μικρὸν διὰ τῆς ἑρμηνείας τῇ μιμήσει παρεγκλίνας συνέγραψεν ἓν τῶν παραγγελμάτων φορτικώτερον τοῦ ῥηθέντος, Εὐριπίδης δὲ τὴν ἐν τῷ Θησεῖ τὴν ἐγγράμματον ἐοίκε ποιῆσαι ῥῆσιν. βοτὴρ δ ἐστὶν ἀγράμματος αὐτόθι δηλῶν τοὔνομα τοῦ Θησέως ἐπιγεγραμμένον οὕτως: ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις, μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια, κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος: οὗτος δ ἔχει σημεῖον ἐν μέσῳ σαφές. τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο, ταύτας διείργει δὲ ἐν μέσαις ἄλλη μία.
τρίτον δὲ βόστρυχός τις ὣς εἱλιγμένος, τὸ δ αὖ τέταρτον ἡ μὲν εἰς ὀρθὸν μία, λοξαὶ δ ἐπ αὐτῆς τρεῖς κατεστηριγμέναι εἰσίν. τὸ πέμπτον δ οὐκ ἐν εὐμαρεῖ φράσαι γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο, αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν. τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές, τὸ δ αὐτὸ πεποίηκε καὶ Ἀγάθων ὁ τραγῳδιοποιὸς ἐν τῷ Τηλέφῳ. ἀγράμματος γάρ τις κἀνταῦθα δηλοῖ τὴν τοῦ Θησέως ἐπιγραφὴν οὕτως γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος κύκλος: ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο, Σκυθικῷ τε τόξῳ τὸ τρίτον ἦν προσεμφερές.
ἔπειτα τριόδους πλάγιος ἦν προσκείμενος: ἐφ ἑνός τε κανόνος ἦσαν ὕπτιοι δύο. ὅπερ δὲ τρίτον: ἦν καὶ τελευταῖον πάλιν. καὶ Θεοδέκτης δ ὁ Φασηλίτης ἄγροικόν τινα ἀγράμματον παράγει καὶ τοῦτον τὸ τοῦ Θησέως ὄνομα διασημαίνοντα: γραφῆς ὁ πρῶτος ἦν μεσόφθαλμος κύκλος.
ἔπειτα δισσοὶ κανόνες ἰσόμετροι πάνυ: τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών: τρίτον δ ἑλικτῷ βοστρύχῳ προσεμφερές. ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο, πέμπται δ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο, αὗται δὲ συντείνουσιν εἰς βάσιν μίαν. ἕκτον δ ὅπερ καὶ πρόσθεν εἶπον βόστρυχος.
καὶ Σοφοκλῆς δὲ τούτῳ παραπλήσιον ἐποίησεν ἐν Ἀμφιαράῳ σατυρικῷ τὰ γράμματα παράγων ὀρχούμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기