- 텍스트

Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 35

(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 35)

ταῦτ εἰπὼν ὁ Δημόκριτος καὶ πιὼν ἔφη:? τούτοις εἴ τις ἀντιλέγειν ἔχει, παρίτω. ἀκούσεται γὰρ κατὰ τὸν Εὐήνον σοὶ μὲν ταῦτα δοκοῦντ ἔστω, ἐμοὶ δὲ τάδε. ἐγὼ δ ἐπεὶ παρεξέβην περὶ τῶν ἀρχαίων κράσεων διαλεγόμενος, ἐπαναλήψομαι τὸν λόγον τὰ ὑπὸ Ἀλκαίου τοῦ μελοποιοῦ λεχθέντα ἐπὶ νοῦν βαλλόμενος φησὶ γάρ που οὗτος: ἔγχεε κέρναις ἕνα καὶ δύο.

ἐν τούτοις γάρ τινες οὐ τὴν κρᾶσιν οἰόνται λέγειν αὐτόν, ἀλλὰ σωφρονικὸν ὄντα καθ ἕνα κύαθον ἄκρατον πίνειν καὶ πάλιν κατὰ δύο. τοῦτο δὲ ὁ Ποντικὸς Χαμαιλέων ἐκδέδεκται τῆς Ἀλκαίου φιλοινίας ἀπείρως ἔχων. κατὰ γὰρ πᾶσαν ὡρ´αν καὶ πᾶσαν περίστασιν πίνων ὁ ποιητὴς οὗτος εὑρίσκεται: χειμῶνος μὲν ἐν τούτοις: ὑεί μὲν ὁ Ζεύς, ἐκ δ ὀρανῶ μέγας χειμών, πεπάγασιν δ ὑδάτων ῥοαί. . . κάββαλλε τὸν χειμῶν, ἐπὶ μὲν τιθεὶς πῦρ, ἐν δὲ κέρναις οἶνον ἀφειδέως μελιχρόν, αὐτὰρ ἀμφὶ κόρσᾳ μαλθακὸν ἀμφιβαλὼν γνόφαλλον.

θέρους δέ: τέγγε πνεύμονας οἴνῳ: τὸ γὰρ ἄστρον περιτέλλεται: ἁ δ ὡρ´α χαλεπά, πάντα δὲ δίψαισ1 ὑπὸ καύματος. τοῦ δ ἐάρος: ἦρος ἀνθεμόεντος ἐπάιον ἐρχομένοιο. καὶ προελθών: ἐν δὲ κέρνατε τῶ μελιαδέος ὅττι τάχιστα κρατῆρα. ἐν δὲ τοῖς συμπτώμασιν: οὐ χρὴ κακοῖσι θυμὸν ἐπιτρέπην. προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι, ὦ Βυκχί: φάρμακον δ ἄριστον οἶνον ἐνεικαμένοις μεθύσθην.

ἐν δὲ ταῖς εὐφρόναις: νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν πώνην, ἐπειδὴ κάτθανε Μυρσίλος. καὶ καθόλου δὲ συμβουλεύων φησὶν μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω. πῶς οὖν ἔμελλεν ὁ ἐπὶ τοσοῦτον φιλοπότης νηφάλιος εἶναι καὶ καθ ἕνα καὶ δύο κυάθους πίνειν· αὐτὸ γοῦν τὸ ποιημάτιον, φησὶ Σέλευκος, ἀντιμαρτυρεῖ τοῖς οὕτως ἐκδεχομένοις. φησὶ γάρ: πίνωμεν:

τί τὰ λύχν ὀμμένομεν· δάκτυλος ἁμέρα. κὰδ δ ἀείρε κυλίχναις μεγάλαις, ἀίτα, ποικίλαις: οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα ἀνθρώποισιν ἔδωκ. ἔγχεε κέρναις ἕνα καὶ δύο πλέαις κὰκ κεφαλᾶς: ἁ δ ἁτέρα τὰν ἁτέραν κύλιξ ὠθήτω, ἕνα πρὸς δύο ῥητῶς κιρνάναι κελεύων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION