호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐσπουδάκεσαν δὲ καὶ οἱ βασιλεῖς περὶ τὰς μουσουργούς, ὡς δῆλον ποιεῖ Παρμενίων ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ ἣν ἐπέστειλεν αὐτῷ μετὰ τὸ Δαμασκὸν ἑλεῖν καὶ τῆς ἀποσκευῆς τῆς Δαρείου ἐγκρατὴς γενέσθαι.? καταριθμησάμενος οὖν τὰ αἰχμάλωτα γράφει καὶ ταῦτα: "παλλακίδας εὑρ῀ον μουσουργοὺς τοῦ βασιλέως τριακοσίας εἴκοσι ἐννέα, ἄνδρας στεφανοπλόκους ἓξ καὶ τεσσαράκοντα, ὀψοποιοὺς διακοσίους ἑβδομήκοντα ἑπτά, χυτρεψοὺς εἴκοσι ἐννέα, γαλακτουργοὺς τρεισκαίδεκα, ποτηματοποιοὺς ἑπτακαίδεκα, οἰνοηθητὰς ἑβδομήκοντα, μυροποιοὺς τεσσαράκοντα.
καὶ ὑμῖν δέ, ὦ ἑταῖροι, λέγω ὅτι οὐδέν ἐστιν ὀφθαλμῶν οὕτως εὐφραντικὸν ὡς γυναικὸς κάλλος, ὁ γοῦν τοῦ τραγικοῦ Χαιρήμονος Οἰνεὺς περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτό φησιν ἐν τῷ ὁμωνύμῳ δράματι: ἔκειτο γὰρ ἡ μὲν λευκὸν εἰς σεληνόφως φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος, τῆς δ αὖ χορεία:
λαγόνα τὴν ἀριστερὰν ἔλυσε: γυμνή δ αἰθέρος θεάμασιν ζῶσαν γραφὴν ἔφαινε: χρῶμα δ: ὄμμασι λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς. ἄλλη δὲ ἐγύμνου καλλίχειρας ὠλένας, ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα: ἡ δ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο ὡρ´ας γελώσης χωρὶς ἐλπίδων ἔρως. ὑπνωμέναι δ ἔπιπτον ἑλενίων ἔπι, ἰών τε μελανόφυλλα συγκλῶσαι πτερὰ κρόκον θ, ὃς ἡλιῶδες εἰς ὑφάσματα πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο, ἑρ´σῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος λειμῶσι μαλακοὺς ἐξέτεινεν αὐχένας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기