호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δελφῶν Χρημάτων Ἀσώπιχόν φησι τὸν Ἐπαμινώνδου ἐρώμενον τὸ Λευκτρικὸν τρόπαιον ἐντετυπωμένον ἔχειν ἐπὶ τῆς ἀσπίδος καὶ θαυμαστῶς αὐτὸν κινδυνεύειν, ἀνακεῖσθαί τε τὴν ἀσπίδα ταύτην ἐν Δελφοῖς ἐν τῇ στοᾷ.? ἐν δὲ τῷ αὐτῷ συγγράμματι Θεόπομπος φιλογύναιον μέν φησι γεγονέναι Φάυλλον τὸν Φωκέων τύραννον, φιλόπαιδα δὲ Ὀνόμαρχον καὶ ἐκ τῶν τοῦ θεοῦ χαρίσασθαι τοῦτον εἰς Δελφοὺς παραγενομένῳ. . , τῷ Πυθοδώρου τοῦ Σικυωνίου υἱῷ ἀποκειρομένῳ τὴν κόμην, ὄντι καλῷ συγγενόμενον τὰ Συβαριτῶν ἀναθήματα, στλεγγίδια χρυσᾶ τέσσαρα, τῇ Δεινιάδου δὲ αὐλητρίδι Βρομιάδι Φάυλλος καρχήσιον ἀργυροῦν Φωκαέων καὶ στέφανον χρυσοῦν κιττοῦ Πεπαρηθίων. "αὕτη δέ, φησί, καὶ ἔμελλε τὰ Πύθια αὐλεῖν, εἰ μὴ ὑπὸ τοῦ πλήθους ἐκωλύθη.
"τῷ δὲ Λυκόλα τοῦ Τριχονείου υἱῷ Φυσκίδᾳ ὄντι καλῷ Ὀνόμαρχος ἔδωκεν, φησί, στέφανον χρυσοῦν δάφνης, Ἐφεσίων ἀνάθημα. "οὗτος ὁ παῖς πρὸς Φίλιππον ἀχθεὶς ὑπὸ τοῦ πατρὸς κἀκεῖ προαγωγευόμενος οὐδὲν λαβὼν ἀπεστάλη, τῷ Ἐπιλύκου τοῦ Ἀμφιπολίτου υἱῷ ὄντι καλῷ Δαμίππῳ, , , Πλεισθένους ἀνάθημα Ὀνόμαρχος ἔδωκε. "Φαρσαλίᾳ τῇ Θεσσαλίδι ὀρχηστρίδι δάφνης στέφανον χρυσοῦν Φιλόμηλος ἔδωκε, Λαμψακηνῶν ἀνάθημα. "αὕτη ἡ Φαρσαλία ἐν Μεταποντίῳ ὑπὸ τῶν ἐν τῇ ἀγορᾷ μάντεων, γενομένης φωνῆς ἐκ τῆς δάφνης τῆς χαλκῆς ἣν ἔστησαν Μεταποντῖνοι κατὰ τὴν Ἀριστέα τοῦ Προκονησίου ἐπιδημίαν, ὅτ ἔφησεν ἐξ Ὑπερβορέων παραγεγονέναι, ὡς τάχιστα ὤφθη εἰς τὴν ἀγορὰν ἐμβαλοῦσα, ἐμμανῶν γενομένων τῶν μάντεων διεσπάσθη ὑπ αὐτῶν. καὶ τῶν ἀνθρώπων ὕστερον ἀναζητούντων τὴν αἰτίαν εὑρέθη διὰ τὸν τοῦ θεοῦ στέφανον ἀνῃρημένη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기