호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀρχύτας δ ὁ ἁρμονικός, ὥς φησι Χαμαιλέων, Ἀλκμᾶνα γεγονέναι τῶν ἐρωτικῶν μελῶν ἡγεμόνα καὶ ἐκδοῦναι πρῶτον μέλος ἀκόλαστον, ὄντα καταφερῆ περὶ τὰς γυναῖκας καὶ τὴν τοιαύτην μοῦσαν εἰς τὰς διατριβάς.? διὸ καὶ λέγειν ἔν τινι τῶν μελῶν ἔρως με δαὖτε Κύπριδος ἕκατι γλυκὺς κατείβων καρδίαν ἰαίνει. λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης· δὲ καὶ διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκύσασθαι: λέγει δ οὕτως περὶ αὐτῆς:
τοῦθ ἁδειᾶν Μουσᾶν ἔδειξε δῶρον μάκαιρα παρθένων ἁ ξανθὰ Μεγαλοστράτα. καὶ Στησίχορος δ οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρόπον τῶν ᾀσμάτων: τοὺς ἔρωτας, ὁ μὲν τὸν Ἀχιλλέως πρὸς Πάτροκλον, ὁ δ ἐν τῇ Νιόβῃ τὸν τῶν παίδων διὸ καὶ παιδεράστριὰν τινες καλοῦσι τὴν τραγῳδίαν καὶ ἐδέχοντο τὰ τοιαῦτα ἄσμενοι οἱ θεαταί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기