호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Οὐλπιανός, ὥσπερ ἑρ´μαιόν τι, ἔτι λαλοῦντος τοῦ Μυρτίλου ἔφη, εἰ ἔχομεν ἀρρενικῶς εἰρημένον τὸν τίγριν.? "Φιλήμονα γὰρ οἶδα τοῦτ εἰρηκότα ἐν Νεαίρᾳ: "ὥσπερ Σέλευκος δεῦρ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει ἡμᾶς τι παρ ἡμῶν ἀντιπέμψαι θηρίον. "β. τρυγέρανον οὐ γὰρ γίγνεται τοῦτ αὐτόθι. πρὸς ὃν ὁ Μυρτίλος ἔφη:
"Φοῖνιξ ἄττα γεραιέ.
μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις ἐν Πυραύνῳ οὕτως ἄνοιγ, ἄνοιγε τὴν θύραν ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, 6 ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις. ἂν ἀπομνημονεύσω τὸν τῶν καλῶν γυναικῶν κατάλογον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기