호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα ὁ Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι.? Γναθαίνης μὲν οὕτως:
"ψυχρὸν γ, ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν, ἔχεις. "τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε, εἰς αὐτὸ γ αἰεὶ δραμάτων ἐμβάλλομεν. πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς Ἀφροδισίοις, τιμώμενος μάλιστα τῶν ἐρωμένων ἥσθε δ ὑπ αὐτῆς ἐκτενῶς ἀγαπώμενος παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα, μύρον, στεφάνους, τραγήματ, ἔριφον, ταινίας, ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ αὐλητρίδα. καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ ἕνα, αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὁμολογουμένους:
"τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.
μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο. "τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ, ἔφη, τὰ τραύματα·
κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ ὢν ἀνείλατ εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν. "ναὶ τὴν φίλην Δήμητρα, δικαίως τοι δέρος, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν. "νὴ τὴν Ἄρτεμιν, εἰ, φησίν, ᾔδειν, ἡ Γνάθαινα, τοῦτ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.
ἐπεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ ἕκαστον. "ὦ πρὸς τῶν θεῶν, μειράκιον, ὁ καλός, φησί, πῶς ἵστης·
"φράσον. "κύβδ, ἔφη, τριωβόλου. "τίς δ οὑπιτρέψων ἐστί σοι, φησίν, τάλαν, ὄντα γ ἐν Ἀθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς· Στρατοκλῆς δύ ἐρίφους προῖκ ἐδίδου τοῖς γνωρίμοις λοπάδας δ ἐνάλμους ἐπισυνήρτυεν, δοκῶν καὶ διψᾶν ὑποδιπλοῦσθ ἂν εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολάς. "Στρατοκλῆς ἐπ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.
ἰδοῦσ1 ἔφηβον ἡ Γνάθαιν ἰσχνὸν πάνυ καὶ μέλανα λεπτὸν θ, ὡς ἐοίχ, ὑπερβολῇ καὶ λαπαρόν, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον, ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως τοῦ μειρακίσκου καὶ τυραννικώτερον αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ θυγατρὶ μετ αὐτῆς συμπορευομένῃ λέγει: τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기