호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους, καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι:? ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ᾀσμάτων, ὧν ἦν καὶ τάδε: παίδευμα δ Ἔρως σοφίας, ἀρετῆς πλεῖστον ὑπάρχει, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς. καὶ γὰρ ἄλυπον τέρψιν τιν ἔχων εἰσἐλπίδ ἄγει. τοῖς δ ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρὶς τ ἀγρίων ναίοιμι τρόπων, τὸ δ ἐρᾶν προλέγω τοῖσι νέοισιν μή ποτε φεύγειν, χρῆσθαι δ ὀρθῶς ὅταν ἔλθῃ. καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη: εἰή καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.
ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε: σὺ δ, ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει. καὶ ταῦτα μὲν δρῶν τίμιος θνητοῖς ἔσῃ, μὴ δρῶν δ ὑπ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기