호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅλως δὲ τοὺς παιδικοὺς ἔρωτας τῶν ἐπὶ ταῖς θηλείαις προκρίνουσι πολλοί, παρὰ γὰρ τὰς ἄλλας ταῖς εὐνομουμέναις πόλεσιν ἐπὶ τῆς Ἑλλάδος σπουδασθῆναι τόδε τὸ ἔθος.? Κρῆτες γοῦν, ὡς ἔφην, καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκιδεῖς περὶ τὰ παιδικὰ δαιμονίως ἐπτόηνται. Ἐχεμένης γοῦν ἐν τοῖς Κρητικοῖς οὐ τὸν Δία φησὶν ἁρπάσαι τὸν Γανυμήδην ἀλλὰ Μίνωα, οἱ δὲ προειρημένοι Χαλκιδεῖς παρ αὑτοῖς φασιν ἁρπασθῆναι τὸν Γανυμήδην ὑπὸ τοῦ Διὸς καὶ τὸν τόπον δεικνύντες Ἁρπάγιον καλοῦσιν, ἐν ᾧ καὶ μυρρίναι διάφοροι πεφύκασιν. καὶ τὴν πρὸς Ἀθηναίους δ ἔχθραν διελύσατο Μίνως, καίπερ ἐπὶ θανάτῳ παιδὸς συστᾶσαν, Θησέως ἐρασθεὶς καὶ τὴν θυγατέρα τούτῳ γυναῖκα ἔδωκε Φαίδραν, ὡς Ζῆνις ἢ Ζηνεύς φησιν ὁ Χῖος ἐν τῷ περὶ τῆς πατρίδος συγγράμματι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기