- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 4

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 4)

ὁ δὲ ῾ Ἡρακλῆς πλείστας δόξας ἐσχηκέναι γυναῖκας ἦν γὰρ φιλογύνης ἀνὰ μέρος αὐτὰς εἶχεν, ὡς ἂν στρατευόμενος καὶ κατὰ διάφορα γιγνόμενος χωρία:? ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο.

ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ. πολυγύναιος δ ἐγένετο καὶ Αἰγεύς: πρώτην μὲν γὰρ ἔγημε τὴν Ὅπλητος θυγατέρα, μεθ ἣν τῶν Χαλκώδοντος μίαν. παραδοὺς δ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων, ἔπειτα τὴν Πιτθέως ἔλαβεν Αἴθραν, μεθ ἣν Μήδειαν. Θησεὺς δὲ Ἑλένην ἁρπάσας ἑξῆς καὶ Ἀριάδνην ἡρ´πασεν.

Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησιν τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ ἐξ ἁρπαγῆς, ἄλλας δ ἐκ νομίμων γάμων ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην, καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας, νομίμως δ αὐτὸν γῆμαι Μελίβοιαν τὴν Αἰάντος μητέρα. Ἡσίοδος δέ φησιν καὶ Ἵππην καὶ Αἴγλην, δι ἣν καὶ τοὺς πρὸς Ἀριάδνην ὁρ´κους παρέβη, ὥς φησι Κέρκωψ. Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν.

πρὸ δὲ τῆς Ἑλένης καὶ ἐκ Τροιζῆνος ἡρ´πασεν Ἀναξώ. μετὰ δὲ τὴν Ἱππολύτην Φαίδραν ἔσχεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION