호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μετὰ ταῦτα πάλιν καταδρομὴν αὐτοῦ ποιησάμενος ὡς ἐδανείσατο, ὡς οὔτε τόκους οὔτε τἀρχαῖον ἀπεδίδου, καὶ ὅτι ὑπερήμερος ἐγένετο γνώμῃ δικαστηρίου ἐρήμην καταδικασθείς, καὶ ὡς ἠνεχυράσθη οἰκέτης αὐτοῦ στιγματίας, καὶ πολλὰ ἄλλα κατειπὼν αὐτοῦ ἐπιλέγει ταῦτα:? "ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οὐκ εἰς ἐμὲ μόνον τοιοῦτός ἐστιν, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τοὺς αὐτῷ κεχρημένους, οὐχ οἱ μὲν κάπηλοι οἱ ἐγγὺς οἰκοῦντες, παρ:
"ὧν προδόσεις λαμβάνων οὐκ ἀποδίδωσι, δικάζονται αὐτῷ συγκλείσαντες τὰ καπηλεῖα, οἱ δὲ γείτονες οὕτως ὑπ αὐτοῦ δεινὰ πάσχουσιν ὥστ ἐκλιπόντες τὰς αὑτῶν οἰκίας ἑτέρας πόρρω μισθοῦνται· "ὅσους δ ἐράνους συνείλεκται, τὰς μὲν ὑπολοίπους φοράς: "οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται, τοσοῦτοι δὲ ἐπὶ τὴν οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται ὥστε οἰέσθαι τοὺς παριόντας ἐπ ἐκφορὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. "οὕτω δ οἱ ἐν τῷ Πειραιεῖ διάκεινται ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβάλλειν. "πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὑτοῦ νομίζει εἶναι ἢ ἃ ὁ πατὴρ αὐτῷ κατέλιπεν. "ἀλλὰ γὰρ οὐ τὴν οὐσίαν κέκτηται Ἑρμαίου τοῦ μυροπώλου, τὴν γυναῖκα διαφθείρας ἑβδομήκοντα ἔτη γεγονυῖαν· "ἧς ἐρᾶν προσποιησάμενος οὕτω διέθηκεν ὥστε τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς υἱοὺς πτωχοὺς ἐποίησεν, αὑτὸν δὲ ἀντὶ καπήλου μυροπώλην ἀπέδειξεν οὕτως ἐρωτικῶς τὸ κόριον μετεχειρίζετο τῆς ἡλικίας αὐτῆς ἀπολαύων, ἧς ῥᾷον τοὺς ὀδόντας ἀριθμῆσαι, ὅσῳ ἐλάττους ἦσαν, ἢ τῆς χειρὸς τοὺς δακτύλους, καί μοι ἀνάβητε τούτων μάρτυρες. "ὁ μὲν οὖν βίος τοῦ σοφιστοῦ τοιοῦτος. ὁ μὲν οὖν Λυσίας, ὦ Κύνουλκε, οὕτως, ἐγὼ δὲ κατὰ τὸν Ἀρίσταρχον τὸν τραγικὸν ποιητὴν τάδ οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος, καταπαύσω τὸν πρὸς σὲ καὶ τοὺς ἄλλους κύνας ἐνταῦθα λόγον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기