- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 76

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 76)

καὶ ὁ Ῥηγῖνος δὲ Ἴβυκος βοᾷ καὶ κέκραγεν ἦρι μὲν αἵ τε Κυδώνιαι μαλίδες ἀρδόμεναι ῥόαι τ ἐκ ποταμῶν ἵνα παρθένων κᾶπος ἀκήρατος, αἵ τ οἰνανθίδες αὐξόμεναι σκιεροῖσιν ὑφ ἑρ´νεσιν οἰναρέοις θαλέθοισιν ἐμοὶ δ ἔρος οὐδεμίαν κατάκοιτος ὡρ´αν ἅθ ὑπὸ στεροπᾶς φλέγων Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις μανίαισιν ἐρεμνὸς ἀθαμβὴς ἐγκρατέως πάϊθεν φυλάσσει ἡμετέρας φρένας.? καὶ Πίνδαρος δ οὐ μετρίως ὢν ἐρωτικός φησιν εἰή καὶ ἐρᾶν καὶ ἔρωτι.

χαρίζεσθαι κατὰ καιρὸν μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν, διόπερ καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις ἔφη: ὡρ´η ἐρᾶν, ὡρ´η δὲ γαμεῖν, ὡρ´η δὲ πεπαῦσθαι, καὶ μὴ ἀναμένειν ἔστ ἂν ἐκεῖνό τις φθέγξηται κατὰ τὸν αὐτὸν τοῦτον φιλόσοφον ἡνίκ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι. μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου ὁ Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν·

χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ, σὺν ἁλικίᾳ: τὰς δὲ Θεοξένου ἀκτῖνας ποτ ὄσσων μαρμαρυζοίσας δρακεὶς ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν ψυχρᾷ φλογί, πρὸς δ Ἀφροδίτας ἀτιμασθεὶς ἑλικογλεφάρου ἢ περὶ χρήμασι μοχθίζει βιαίως ἢ γυναικείῳ θράσει ψυχὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων. ἀλλ ἐγὼ θεᾶς ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ ἱρᾶν μελισσᾶν τάκομαι, εὖτ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν.

ἐν δὲ ἄρα καὶ Τενέδῳ Πειθὼ τ ἔναιεν καὶ Χάρις υἱὸν ἀνᾶγ Ἁγησίλα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION