- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 63

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 63)

Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος, αὐτὸς γοῦν ἐν τῷ περὶ Χρυσίου λόγῳ προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον ὡς δι ἐκείνων, ἔλεον ἕξων χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόντων τῶν κρινομένων τὰς γυναῖκας ἐπάγεσθαι:? ἀλλ αἰδοῖ τοῦτ ἐποίησεν, φεύγων τὴν διαβολήν.

ἀκόλαστος δ ἦν ὁ ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς. Ἀριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου καὶ δι αὐτὸν παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς, παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ περὶ νέους καὶ περὶ γυναῖκας πολυτελής. τοιγαροῦν καὶ ὁ γραμματεὺς ποτ αὐτοῦ εἶπε "τί δ ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο· "τὰ γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ μία γυνὴ μιᾷ νυκτὶ συνέχεεν.

ἀναλαβεῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων ὡς καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION