- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 62

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 62)

ἀλλὰ μὴν καὶ Ἰσοκράτης ὁ τῶν ῥητόρων αἰδημονέστατος Μετάνειραν εἶχεν ἐρωμένην καὶ Λαγίσκαν, ὁ ὡς Λυσίας ἱστορεῖ ἐν ταῖς Ἐπιστολαῖς.? Δημοσθένης δ ἐν τῷ κατὰ Νεαίρας τὴν Μετάνειραν τοῦ Λυσίου φησὶν ἐρωμένην εἶναι.

ἥττητο δὲ καὶ ὁ Λυσίας Λαγίδος τῆς ἑταίρας, ἧς ἔγραψεν ἐγκώμιον Κέφαλος ὁ ῥήτωρ: καθάπερ καὶ Ἀλκιδάμας ὁ Ἐλαίτης ὁ Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας. τὴν δὲ Ναίδα ταύτην Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος ὁ λόγος, ἐρωμένην φησὶ γενέσθαι Φιλωνίδου γράφων ὧδε: "ἔστιν οὖν γυνὴ ἑταίρα Ναϊ`ς ὄνομα, ἧς Ἀρχίας κύριός ἐστιν, ὁ ο Ὑμέναιος ἐπιτήδειος, ὁ Φιλωνίδης δ ἐρᾶν φησιν. μνημονεύει αὐτῆς καὶ Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ. μήποτε δὲ κἀν τῷ Πλούτῳ ἐν ᾧ λέγει:

ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου· γραπτέον Ναὶς καὶ οὐ Λαϊ´ς. Ἕρμιππος δ ἐν τῷ περὶ Ἰσοκράτους προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν Ἰσοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον. μνημονεύει δ αὐτῆς Στράττις ἐν τούτοις: καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι, τὸν τ αὐλοτρύπην αὐτὸν εἶθ ἥκειν ταχύ. καὶ Λυσίας δ ἐν τῷ κατὰ Λαίδος, εἰ γνήσιος ὁ λόγος, μνημονεύει αὐτῆς, καταλέγων καὶ ἄλλας ἑταίρας ἐν τούτοις:

"Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια καὶ Ἀριστόκλεια.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION