호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε.? καὶ κατὰ τὴν Φιλεταίρου Κυνηγίδα: παῦσαι, γέρων ὢν, τοὺς τρόπους, οὐκ οἶσθ ὅτι οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον·
ἢ ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς: ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι. βαβαί, ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες, τὸ μὴ σφόδρ εἶναι πάνθ ἕτοιμα, δεῖν δέ τι ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι χερσὶν ἡδύ γε νὴ τὸν Δία τὸν μέγιστον. ἔτι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ τοὐλπιανοῦ ἐπιρραπίσαι βουληθέντος αὐτὸν εἰς τιμὴν τοῦ Μυρτίλου, φθάσας ὁ Μυρτίλος ῾ διήχθρευεν γὰρ τῷ Σύρᾠ ἔφη:
οὐχ ὧδ ἐμόγησαν ἐλπίδες ὥστ ἐχθρῶν συμμαχίαν καλέσαι, φησὶν ὁ Καλλίμαχος. οὐ γὰρ αὐτάρκεις ἡμεῖς ἀμύνασθαι, ὦ Κύνουλκε· ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν ἐά, ἐπ ἀριστέρ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς, κατὰ τὴν Ἐφίππου Φιλύραν. δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι, ὥς τις ἔφη τῶν παρῳδῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기