- 텍스트

Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 17

(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 17)

Λικύμνιος δ ὁ Χῖος τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς.? λέγει δ οὕτως: ι ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν κοῦρον. καὶ ἡ Σαπφὼ δὲ πρὸς τὸν ὑπερβαλλόντως θαυμαζόμενον τὴν μορφὴν καὶ καλὸν εἶναι νομιζόμενόν φησιν στᾶθι κἄντα, φίλος, καὶ τὰν ἐπ ὄσσοις ἀμπέτασον χάριν.

ὁ δ Ἀνακρέων τί φησίν· ὦ παῖ παρθένιον βλέπων, δίζημαί σε, σὺ δ οὐκ ἀείς, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις. ὁ δὲ μεγαλοφωνότατος Πίνδαρος: τὰς δὲ Θεοξένου φησίν ἀκτῖνας ποτ ὄσσων μαρμαρυζοίσας δρακεὶς ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν ψυχρᾷ φλογί.

ὁ δὲ τοῦ Κυθηρίου Φιλοξένου Κύκλωψ ἐρῶν τῆς Γαλατείας καὶ ἐπαινῶν αὐτῆς τὸ κάλλος, προμαντευόμενος τὴν τύφλωσιν πάντα μᾶλλον αὐτῆς ἐπαινεῖ ἢ τῶν ὀφθαλμῶν μνημονεύει, λέγων ὧδε: ὦ καλλιπρόσωπε, χρυσεοβόστρυχε Γαλάτεια, χαριτόφωνε, κάλλος ἐρώτων. τυφλὸς ὁ ἔπαινος καὶ κατ οὐδὲν ὅμοιος τῷ Ἰβυκείῳ ἐκείνῳ:

Εὐρύαλε, γλαυκέων Χαρίτων θάλος, ὁ καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις ἃ τ ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἐν ἄνθεσι θρέψαν. "λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION