호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων Ἀλέξιδος προηνέγκατο ταυτὶ τῶν ἐπῶν ὦ δυστυχεῖς ἡμεῖς γαμέται πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, γυναιξὶ δοῦλοι ζῶμεν ἀντ ἐλευθέρων.? ἔπειτ ἔχειν προῖκ, οὐχὶ τιμὴν πάσχομεν·
πικράν γε καὶ μεστὴν γυναικείας χολῆς, ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι. οἱ μέν γε συγγνώμην ἔχουσ1 ἀδικούμενοι, αὗται δ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ1 ἔτι ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ ἄρχειν ἐχρῆν ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν ἔχουσι καὶ κάμνειν λέγουσ1 ἑκάστοτε. Ξέναρχος δ ἐν Ὕπνῳ φησὶν εἶτ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδ ὁτιοῦν φωνῆς ἔνι·
Φιλέταιρος Κορινθιαστῇ: ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ ἔχει, οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. Ἄμφις δ ἐν Ἀθάμαντι:
εἶτ οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα· πολύ γε καὶ μάλ εἰκότως. ἡ μὲν νόμῳ γὰρ καταφρονοῦσ1 ἔνδον μένει, ἡ δ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기