호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τῇ ὀφρύῃ ταύτῃ μάλιστα διὰ δέκα ἡμερέων ὁδοῦ ἁλόσ ἐστι τρύφεα κατὰ χόνδρουσ μεγάλουσ ἐν κολωνοῖσι, καὶ ἐν κορυφῇσι ἑκάστου τοῦ κολωνοῦ ἀνακοντίζει ἐκ μέσου τοῦ ἁλὸσ ὕδωρ ψυχρὸν καὶ γλυκύ, περὶ δὲ αὐτὸν ἄνθρωποι οἰκέουσι ἔσχατοι πρὸσ τῆσ ἐρήμου καὶ ὑπὲρ τῆσ θηριώδεοσ, πρῶτοι μὲν ἀπὸ Θηβέων διὰ δέκα ἡμερέων ὁδοῦ Ἀμμώνιοι, ἔχοντεσ τὸ ἱρὸν ἀπὸ τοῦ Θηβαιέοσ Διόσ· καὶ γὰρ τὸ ἐν Θήβῃσι, ὡσ καὶ πρότερον εἴρηταί μοι, κριοπρόσωπον τοῦ Διὸσ τὤγαλμα ἐστί.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기