호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέχρι μὲν δὴ τῆσ τούτων τῶν Σκυθέων χώρησ ἐστὶ ἡ καταλεχθεῖσα πᾶσα πεδιάσ τε γῆ καὶ βαθύγαιοσ, τὸ δ’ ἀπὸ τούτου λιθώδησ τ’ ἐστὶ καὶ τρηχέα. διεξελθόντι δὲ καὶ τῆσ τρηχέησ χώρησ πολλὸν οἰκέουσι ὑπώρεαν ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντεσ φαλακροὶ ἐκ γενετῆσ γινόμενοι, καὶ ἔρσενεσ καὶ θήλεαι ὁμοίωσ, καὶ σιμοὶ καὶ γένεια ἔχοντεσ μεγάλα, φωνὴν δὲ ἰδίην ἱέντεσ, ἐσθῆτι δὲ χρεώμενοι Σκυθικῇ, ζῶντεσ δὲ ἀπὸ δενδρέων.
ποντικὸν μὲν οὔνομα τῷ δενδρέῳ ἀπ’ οὗ ζῶσι, μέγαθοσ δὲ κατὰ συκέην μάλιστά κῃ.
καρπὸν δὲ φορέει κυάμῳ ἴσον, πυρῆνα δὲ ἔχει. τοῦτο ἐπεὰν γένηται πέπον, σακκέουσι ἱματίοισι, ἀπορρέει δὲ ἀπ’ αὐτοῦ παχὺ καὶ μέλαν· οὔνομα δὲ τῷ ἀπορρέοντι ἐστὶ ἄσχυ· τοῦτο καὶ λείχουσι καὶ γάλακτι συμμίσγοντεσ πίνουσι, καὶ ἀπὸ τῆσ παχύτητοσ αὐτοῦ τῆσ τρυγὸσ παλάθασ συντιθεῖσι καὶ ταύτασ σιτέονται. πρόβατα γάρ σφι οὐ πολλά ἐστι.
οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί. ὑπὸ δενδρέῳ δὲ ἕκαστοσ κατοίκηται, τὸν μὲν χειμῶνα ἐπεὰν τὸ δένδρεον περικαλύψῃ πίλῳ στεγνῷ λευκῷ, τὸ δὲ θέροσ ἄνευ πίλου. τούτουσ οὐδεὶσ ἀδικέει ἀνθρώπων·
ἱροὶ γὰρ λέγονται εἶναι· οὐδέ τι ἀρήιον ὅπλον ἐκτέαται. καὶ τοῦτο μὲν τοῖσι περιοικέουσι οὗτοι εἰσὶ οἱ τὰσ διαφορὰσ διαιρέοντεσ, τοῦτο δὲ ὃσ ἂν φεύγων καταφύγῃ ἐσ τούτουσ, ὑπ’ οὐδενὸσ ἀδικέεται· οὔνομα δέ σφι ἐστὶ Ἀργιππαῖοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기