호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοι μὲν οἱ παραθαλάσσιοι τῶν νομάδων Λιβύων εἰρέαται, ὑπὲρ δὲ τούτων ἐσ μεσόγαιαν ἡ θηριώδησ ἐστὶ Λιβύη, ὑπὲρ δὲ τῆσ θηριώδεοσ ὀφρύη ψάμμησ κατήκει παρατείνουσα ἀπὸ Θηβέων τῶν Αἰγυπτιέων ἐπ’ Ἡρακλέασ στήλασ. ἐν δὲ τῇ ὀφρύῃ ταύτῃ μάλιστα διὰ δέκα ἡμερέων ὁδοῦ ἁλόσ ἐστι τρύφεα κατὰ χόνδρουσ μεγάλουσ ἐν κολωνοῖσι, καὶ ἐν κορυφῇσι ἑκάστου τοῦ κολωνοῦ ἀνακοντίζει ἐκ μέσου τοῦ ἁλὸσ ὕδωρ ψυχρὸν καὶ γλυκύ, περὶ δὲ αὐτὸν ἄνθρωποι οἰκέουσι ἔσχατοι πρὸσ τῆσ ἐρήμου καὶ ὑπὲρ τῆσ θηριώδεοσ, πρῶτοι μὲν ἀπὸ Θηβέων διὰ δέκα ἡμερέων ὁδοῦ Ἀμμώνιοι, ἔχοντεσ τὸ ἱρὸν ἀπὸ τοῦ Θηβαιέοσ Διόσ·
καὶ γὰρ τὸ ἐν Θήβῃσι, ὡσ καὶ πρότερον εἴρηταί μοι, κριοπρόσωπον τοῦ Διὸσ τὤγαλμα ἐστί. τυγχάνει δὲ καὶ ἄλλο σφι ὕδωρ κρηναῖον ἐὸν, τὸ τὸν μὲν ὄρθρον γίνεται χλιαρόν, ἀγορῆσ δὲ πληθυούσησ ψυχρότερον, μεσαμβρίη τε ἐστὶ καὶ τὸ κάρτα γίνεται ψυχρόν·
τηνικαῦτα δὲ ἄρδουσι τοὺσ κήπουσ·
ἀποκλινομένησ δὲ τῆσ ἡμέρησ ὑπίεται τοῦ ψυχροῦ, ἐσ οὗ δύεταί τε ὁ ἥλιοσ καὶ τὸ ὕδωρ γίνεται χλιαρόν. ἐπὶ δὲ μᾶλλον ἰὸν ἐσ τὸ θερμὸν ἐσ μέσασ νύκτασ πελάζει, τηνικαῦτα δὲ ζέει ἀμβολάδην· παρέρχονται τε μέσαι νύκτεσ καὶ ψύχεται μέχρι ἐσ ἠῶ. ἐπίκλησιν δὲ αὕτη ἡ κρήνη καλέεται ἡλίου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기