- 텍스트

Herodotus, The Histories, book 4, chapter 173

(헤로도토스, The Histories, book 4, chapter 173)

Νασαμῶσι δὲ προσόμουροι εἰσὶ Ψύλλοι.? οὗτοι ἐξαπολώλασι τρόπῳ τοιῷδε: ὁ νότος σφι πνέων ἄνεμος τὰ ἔλυτρα τῶν ὑδάτων ἐξηύηνε, ἡ δὲ χώρη σφι ἅπασα ἐντὸς ἐοῦσα τῆς Σύρτιος ἦν ἄνυδρος. οἳ δὲ βουλευσάμενοι κοινῷ λόγῳ ἐστρατεύοντο ἐπὶ τὸν νότον λέγω δὲ ταῦτα τὰ λέγουσι Λίβυες, καὶ ἐπείτε ἐγίνοντο ἐν τῇ ψάμμῳ, πνεύσας ὁ νότος κατέχωσε σφέας. ἐξαπολομένων δὲ τούτων ἔχουσι τὴν χώρην οἱ Νασαμῶνες.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION