호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ ὦν ὁ Δαρεῖος ἦλθε ἐς τὴν ἔρημον, παυσάμενος τοῦ δρόμου ἵδρυσε τὴν στρατιὴν ἐπὶ ποταμῷ Οἄρῳ.? τοῦτο δὲ ποιήσας ὀκτὼ τείχεα ἐτείχεε μεγάλα, ἴσον ἀπ ἀλλήλων ἀπέχοντα, σταδίους ὡς ἑξήκοντα μάλιστά κῃ: τῶν ἔτι ἐς ἐμὲ τὰ ἐρείπια σόα ἦν. ἐν ᾧ δὲ οὗτος πρὸς ταῦτα ἐτράπετο, οἱ διωκόμενοι Σκύθαι περιελθόντες τὰ κατύπερθε ὑπέστρεφον ἐς τὴν Σκυθικήν.
ἀφανισθέντων δὲ τούτων τὸ παράπαν, ὡς οὐκέτι ἐφαντάζοντό σφι, οὕτω δὴ ὁ Δαρεῖος τείχεα μὲν ἐκεῖνα ἡμίεργα μετῆκε, αὐτὸς δὲ ὑποστρέψας ἠιέ πρὸς ἑσπέρην, δοκέων τούτους τε πάντας τοὺς Σκύθας εἶναι καὶ πρὸς ἑσπέρην σφέας φεύγειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기