호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα οἱ Σκύθαι βουλευσάμενοι ὑπηντίαζον τὴν Δαρείου στρατιήν, προδρόμους ἀποστείλαντες τῶν ἱππέων τοὺς ἀρίστους.? τὰς δὲ ἁμάξας ἐν τῇσι σφι διαιτᾶτο τὰ τέκνα καὶ αἱ γυναῖκες πάσας καὶ τὰ πρόβατα πάντα, πλὴν ὅσα σφι ἐς φορβὴν ἱκανὰ ἦν τοσαῦτα ὑπολιπόμενοι, τὰ ἄλλα ἅμα τῇσι ἁμάξῃσι προέπεμψαν, ἐντειλάμενοι αἰεὶ τὸ πρὸς βορέω ἐλαύνειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기