- 텍스트

Herodotus, The Histories, book 4, chapter 69

(헤로도토스, The Histories, book 4, chapter 69)

ἀπολλῦσι δῆτα αὐτοὺς τρόπῳ τοιῷδε:? ἐπεὰν ἅμαξαν φρυγάνων πλήσωσι καὶ ὑποζεύξωσι βοῦς, ἐμποδίσαντες τοὺς μάντιας καὶ χεῖρας ὀπίσω δήσαντες καὶ στομώσαντες κατεργνῦσι ἐς μέσα τὰ φρύγανα, ὑποπρήσαντες δὲ αὐτὰ ἀπιεῖσι φοβήσαντες τοὺς βοῦς. πολλοὶ μὲν δὴ συγκατακαίονται τοῖσι μάντισι βόες, πολλοὶ δὲ περικεκαυμένοι ἀποφεύγουσι, ἐπεὰν αὐτῶν ὁ ῥυμὸς κατακαυθῇ.

κατακαίουσι δὲ τρόπῳ τῷ εἰρημένω καὶ δι ἄλλας αἰτίας τοὺς μάντιας, ψευδομάντιας καλέοντες. τοὺς δ ἂν ἀποκτείνῃ βασιλεύς, τούτων οὐδὲ τοὺς παῖδας λείπει, ἀλλὰ πάντα τὰ ἔρσενα κτείνει, τὰ δὲ θήλεα οὐκ ἀδικέει.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION