- 텍스트

Herodotus, The Histories, book 4, chapter 46

(헤로도토스, The Histories, book 4, chapter 46)

ὁ δὲ Πόντος ὁ Εὔξεινος, ἐπ ὃν ἐστρατεύετο ὁ Δαρεῖος, χωρέων πασέων παρέχεται ἔξω τοῦ Σκυθικοῦ ἔθνεα ἀμαθέστατα.? οὔτε γὰρ ἔθνος τῶν ἐντὸς τοῦ Πόντου οὐδὲν ἔχομεν προβαλέσθαι σοφίης πέρι οὔτε ἄνδρα λόγιον οἴδαμεν γενόμενον, πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος καὶ Ἀναχάρσιος. τῷ δὲ Σκυθικῶ γένει ἓν μὲν τὸ μέγιστον τῶν ἀνθρωπηίων πρηγμάτων σοφώτατα πάντων ἐξεύρηται τῶν ἡμεῖς ἴδμεν, τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι:

τὸ δὲ μέγιστον οὕτω σφι ἀνεύρηται ὥστε ἀποφυγεῖν τε μηδένα ἐπελθόντα ἐπὶ σφέας, μὴ βουλομένους τε ἐξευρεθῆναι καταλαβεῖν μὴ οἱο῀ν τε εἶναι. τοῖσι γὰρ μήτε ἄστεα μήτε τείχεα ἡ ἐκτισμένα, ἀλλὰ φερέοικοι ἐόντες πάντες ἐώσι ἱπποτοξόται, ζῶντες μὴ ἀπ ἀρότου ἀλλ ἀπὸ κτηνέων, οἰκήματα τε σφι ᾖ ἐπὶ ζευγέων, κῶς οὐκ ἂν εἰήσαν οὗτοι ἄμαχοί τε καὶ ἄποροι προσμίσγειν·?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION